Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 18.303 | Dem. 18.307 (English) | >>Dem. 18.311 |
18.305ἀλλὰ πάντες ἂν ὄντες ἐλεύθεροι καὶ αὐτόνομοι μετὰ πάσης ἀδείας ἀσφαλῶς ἐν εὐδαιμονίᾳ τὰς ἑαυτῶν ᾤκουν πατρίδας , τῶν τοσούτων καὶ τοιούτων ἀγαθῶν ὑμῖν καὶ τοῖς ἄλλοις Ἀθηναίοις ἔχοντες χάριν διʼ ἐμέ . ἵνα δʼ εἰδῆθʼ ὅτι πολλῷ τοῖς λόγοις ἐλάττοσι χρῶμαι τῶν ἔργων , εὐλαβούμενος τὸν φθόνον , λέγε μοι ταυτὶ καὶ ἀνάγνωθι λαβὼν τὸν ἀριθμὸν τῶν βοηθειῶν κατὰ τὰ ἐμὰ ψηφίσματα .ταῦτα καὶ τοιαῦτα πράττειν , Αἰσχίνη , τὸν καλὸν κἀγαθὸν πολίτην ἔδει , ὧν κατορθουμένων μὲν μεγίστοις ἀναμφισβητήτως ὑπῆρχεν εἶναι καὶ τὸ δικαίως προσῆν , ὡς ἑτέρως δὲ συμβάντων τὸ γοῦν εὐδοκιμεῖν περίεστι καὶ τὸ μηδένα μέμφεσθαι τὴν πόλιν μηδὲ τὴν προαίρεσιν αὐτῆς , ἀλλὰ τὴν τύχην κακίζειν τὴν οὕτω τὰ πράγματα κρίνασαν ·
18.307οὐ μὰ Δίʼ οὐκ ἀποστάντα τῶν συμφερόντων τῇ πόλει , μισθώσαντα δʼ αὑτὸν τοῖς ἐναντίοις , τοὺς ὑπὲρ τῶν ἐχθρῶν καιροὺς ἀντὶ τῶν τῆς πατρίδος θεραπεύειν , οὐδὲ τὸν μὲν πράγματʼ ἄξια τῆς πόλεως ὑποστάντα λέγειν καὶ γράφειν καὶ μένειν ἐπὶ τούτων βασκαίνειν , ἂν δέ τις ἰδίᾳ τι λυπήσῃ , τοῦτο μεμνῆσθαι καὶ τηρεῖν , οὐδέ γʼ ἡσυχίαν ἄγειν ἄδικον καὶ ὕπουλον , ὃ σὺ ποιεῖς πολλάκις .
18.308ἔστι γάρ , ἔστιν ἡσυχία δικαία καὶ συμφέρουσα τῇ πόλει , ἣν οἱ πολλοὶ τῶν πολιτῶν ὑμεῖς ἁπλῶς ἄγετε . ἀλλʼ οὐ ταύτην οὗτος ἄγει τὴν ἡσυχίαν , πολλοῦ γε καὶ δεῖ , ἀλλʼ ἀποστὰς ὅταν αὐτῷ δόξῃ τῆς πολιτείας (πολλάκις δὲ δοκεῖ ), φυλάττει πηνίκʼ ἔσεσθε μεστοὶ τοῦ συνεχῶς λέγοντος ἢ παρὰ τῆς τύχης τι συμβέβηκεν ἐναντίωμα ἢ ἄλλο τι δύσκολον γέγονεν (πολλὰ δὲ τἀνθρώπινα )· εἶτʼ ἐπὶ τούτῳ τῷ καιρῷ ῥήτωρ ἐξαίφνης ἐκ τῆς ἡσυχίας ὥσπερ πνεῦμʼ ἐφάνη , καὶ πεφωνασκηκὼς καὶ συνειλοχὼς ῥήματα καὶ λόγους συνείρει τούτους σαφῶς καὶ ἀπνευστεί , ὄνησιν μὲν οὐδεμίαν φέροντας οὐδʼ ἀγαθοῦ κτῆσιν οὐδενός , συμφορὰν δὲ τῷ τυχόντι τῶν πολιτῶν καὶ κοινὴν αἰσχύνην .
Ἀριθμὸς Βοηθειῶν
18.306
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 18.303 | Dem. 18.307 (English) | >>Dem. 18.311 |